Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.58
Not analysed yet
(14) Εἶπεν δὲ ὁ Ἴρεος· Ἆρα ζήσομαι; ὅτι ἐν ὀδύνῃ καρδίας εἰμὶ ἐφ᾽ οἷς πρότερον ἥμαρτον. Λέγει ὁ Φίλιππος· Μὴ φοβηθῇς, μηδὲ διψυχήσῃς· δύναται γὰρ ὁ Ἰησοῦς, ἐὰν καὶ σὺ μετανοήσῃς ἐκ ψυχῆς, ἀφιέναι σου τὰς ἁμαρτίας ἅσπερ ἐν ἀγνοίᾳ ἐποίησας. τί δὲ καὶ ἡ γυνή σου ἡ φοροῦσι νῦν τὰ διάχρυσα καὶ ὑπὸ κοιτῶνος οὖσα; οὐχὶ εἶπέν σοι ὅτι Ἀπόστα ἀπ᾽ ἐμοῦ, ὅτι οὐκ ἐξελεύσομαι εἰς πρόσωπον ἀνθρώπου ξένου; Ὡς δὲ ἤκουσεν ταῦτα ὁ Ἴρεος, ἀνέστη μετὰ σπουδῆς, καὶ ἦλθε πρὸς τὴν ἑαυτοῦ γυναῖκα λέγων· Ἕως πότε ἡ τοσαύτη περὶ σέ ἐστι λήθη; ἀνάστα καὶ θέασαι ἀληθῶς θεοῦ ἄνθρωπον, ὅτι τοὺς λόγους οὓς εἰς ἑαυτοὺς ἐλαλήσαμεν καὶ πάντα τὰ ἐν κρυπτῷ ἀνήγγειλέν μοι. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ μέγα ὅτι ἀνήγγειλέν σοι τὰ ῥήματά μου; ὕπαγε, μή με ἀπάτα· τὰ δὲ περὶ σεαυτοῦ ποίει ὡς θέλεις. Καὶ πάλιν φησὶ πρὸς αὐτόν· Τί οὖν ποιήσομεν τοὺς υἱοὺς ἡμῶν ἢ τὰς θυγατέρας ἡμῶν ἢ τοὺς δούλους, καὶ περὶ τῶν ὑπαρχόντων ἡμῶν, εἰ ὅλως εἴπῃ ἡμῖν ὁ ξένος ὅτι Ἐὰν μὴ καταλείψητε τὸν πλοῦτον, οὐ δύνασθε σωθῆναι; Τί ποιήσομεν καὶ ὅτι τοὺς δύο υἱοὺς ἡμῶν ἐμνηστευσάμεθα κατὰ τὴν ἡμετέραν ὁμοιότητα; καὶ ἐὰν μαθητεύσωμεν τῷ ξένῳ, τί ἔσται;