Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.61
Not analysed yet
(17) Ὅτε δὲ ἔγνω ὁ Φίλιππος ὅτι οὐ δύνανται ὑποφέρειν τὸ βάρος τοῦ φωτός, ἐμνήσθη τοῦ Ἰησοῦ, καὶ ἐγένετο πάλιν ἐν τῇ εἰκόνι τῇ πρώτῃ καὶ εἶπεν ὁ Φίλιππος· Ἀνάστητε καὶ μὴ φοβεῖσθε. Καὶ ὡς ἀνέστησαν, εἶπεν ἡ Νερκέλα τῷ Φιλίππῳ· Μακαρία εἰμὶ εἰ ἔσομαι ἀξία ἵνα οἰκήσῃς ἐν τῇ οἰκἰᾳ μου· οὐαὶ γάρ, οὐαὶ τῇ ἀπιστίᾳ μου. μὴ οὖν λογίσῃ τὰ ἐλθόντα ἐν τῇ καρδίᾳ μου καὶ τοὺς κρυφίους μου περὶ σοῦ λόγους· ὅτι οὐκ ἐγίνωσκον τίς εἶ. Ὁ δὲ Ἴρεος ἦν εὐφραινόμενος ἐπὶ τοῖς ῥήμασιν αὐτῆς, καὶ ὅτι ἡ θυγάτηρ αὐτοῦ, ὡς εἶδεν τὴν μητέρα αὐτῆς κλαίουσαν, καὶ αὐτῆς τὰ δάκρυα ἔρευσαν ἐπὶ τὰς παρειὰς αὐτῆς. ὁμοίως δὲ καὶ οἱ δοῦλοι καὶ αἱ δουλίδες ἐθροήθησαν ἐπὶ τῇ τοσαύτῃ ὀπτασίᾳ.