Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.62
Not analysed yet
(18) Ὁ δὲ Φίλιππος τῇ Νερκέλᾳ ἔφη· Εἰ Θέλεις ζῆσαι γύναι τὴν αἰώνιον καὶ μακαρίαν ζωήν, καταφρονήσασα τοῦ παντὸς βίου καὶ τοῦ κάλλους σου; ´Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Ὅσα ἐὰν κελεύῃς ποιήσω ἵνα γένηταί μοι σωτηρία. Ὡσαύτως καὶ ἡ θυγάτηρ εἶπεν· Δέομαί σου ἄνθρωπε τοῦ θεοῦ, κἀγὼ θέλω σωθῆναι. Εἶπεν δὲ ὁ Φίλιππος· Ἐφ᾽ ὅσον καὶ σὺ καταλιμπάνεις τὸ κάλλος τοῦ σώματός σου, σωθήσῃ.