Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.68
Not analysed yet
(5) Οἱ δὲ ἄρχοντες καὶ τὰ πλήθη ἔκραξαν· Οὐ πείθεις ἡμᾶς τὸν ξένον εἶναι ἐν τῇ πόλει ἡμῶν. οὔτε γὰρ ἀνεχόμεθα τῆς διδαχῆς αὐτοῦ· ἔχομεν γὰρ ἡμετέρους θεοὺς ἰσχυροὺς ὑπὲρ τοῦ θεοῦ αὐτοῦ. Οἱ δὲ Ἰουδαῖοι μεῖζον ἔκραζον· Ἄρατε τὴν ἄδικον ταύτην καὶ ξένην διδαχὴν τῆς πόλεως ἡμῶν. Ἰδὼν οὖν ὁ Ἴρεος ὅτι οὐ δύναται ἀνατρέψαι τὰ πλήθη, ἀνεχώρησεν εἰς τὴν οἰκίαν αὐτοῦ. καὶ ἐμβλέψας ὁ Φίλιππος τῷ Ἰρέῳ λέγει· Μή τι ἐφοβήθης περὶ τῶν στασιαζόντων; Καί φησιν ὁ Ἴρεος· Οὐκ ἐπιστραφήσομαι εἰς τὰ ὀπίσω, εἰ καὶ δέοι ἀποθανεῖν με.