Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.69
Not analysed yet
(6) Καὶ ὡς ἦν ἐν τῇ οἰκίᾳ τοῦ Ἰρέου ὁ Φίλιππος, λαβόντες ξύλα οἱ ὄχλοι καὶ οἱ ἄρχοντες τῆς πόλεως παρεγένοντο μετὰ θυμοῦ καὶ ἔκραξαν λέγοντες· Δὸς ἡμῖν τὸν πλάνον, ἐξάγαγε τὸν μάγον, μὴ καὶ σὺ καὶ ὁ οἶκός σου καὶ τὰ τέκνα καὶ οἱ παῖδες καὶ ὁ μάγος μετὰ τῶν αὐτοῦ μαθητῶν πυρίκαυστοι γενήσεσθε· πᾶσα ἡ πόλις βοᾷ.