Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.71
Not analysed yet
(8) Θεασάμενος δὲ ὁ Ἴρεος τὴν ὀργὴν αὐτῶν ἀνέδραμεν ἐπὶ τοὺς ἀναβαθμοὺς τοῦ βουλευτηρίου, καὶ ἐβόησεν φωνῇ μεγάλῃ· Οὐ πλήξετε τὸν ἄνδρα ἄνευ αἰτίας· ταῦτα γὰρ ὁ Καῖσαρ ἀκούσει. Ὡς δὲ εἶδον οἱ ὄχλοι τὸν Ἴρεον οὕτως ἑστῶτα, ἠγανάκτησαν λέγοντες· Μὴ ἀκούσωμεν τοῦ Ἰρέου, ἀλλ᾽ ὅπερ τολμῶμεν ποιήσωμεν. Καὶ προσῆλθον τῷ Φιλίππῳ τοῦ μαστίζειν, ὁ δὲ Ἴρεος κατελθὼν ἀπέσπασεν ἀπ᾽ αὐτῶν τὸν Φίλιππον, καὶ κρατῶν αὐτὸν τῆς χειρὸς εἶπεν· Ἰδοὺ πάντες λέγετε ὅτι μάγος ἐστὶν οὗτος· ἐλέγξατε τὰς μαγείας αὐτοῦ. Εἶτα ἀνέκραξαν ὅτι Καινὸν καὶ ξένον ἄκουσμα ἤγαγεν ἡμῖν, Ἁγνοὶ λέγων μείνατε, καὶ ζήσεσθε, καὶ ἔσεσθε ὡς φωστῆρες ἐν οὐρανῷ· Καὶ τὸν ἐσταυρωμένον λέγει θεόν.