Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.70
Not analysed yet
(7) Ὡς δὲ ἔγνω ὁ Φίλιππος ὅτι ταράσσειν μέλλουσι τὴν οἰκίαν ἕνεκεν αὐτοῦ, ἀνοίξας τὸν πυλῶνα ἐξῆλθεν ἅμα τοῖς σὺν αὐτῷ· συνεξῆλθεν δὲ καὶ ὁ Ἴρεος. καὶ πᾶς ὁ ὄχλος ἰδόντες τὸν Φίλιππον ἔκραξεν· Ἰδού, οὗτός ἐστιν ὁ μάγος ἀποκτείνωμεν αὐτόν. Προσέταξεν δὲ ὁ Ἴρεος ἱκανοὺς δούλους ἀκολουθεῖν τῷ Φιλίππω, ἵνα μὴ ἀδικήσωσιν αὐτὸν ἐν τῇ μωρίᾳ αὐτῶν. ἁρπάσαντες οὖν οἱ ὄχλοι τὸν Φίλιππον ἤγαγον εἰς τὸ βουλευτήριον, ἵνα μαστίξωσιν αὐτὸν· οἱ δὲ ὄχλοι ἔκραζον· Δήσατε τοῦ πλάνου τὰς χεῖρας καὶ τοὺς πόδας ἰσχυρῶς, καὶ οὕτως μαστίξατε.