Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.75
Not analysed yet
(12) Ἐπῆραν δὲ φωνὴν πάντες λέγοντες· Θεὸν ἔχεις ξένε ἰσχυρόν· θεράπευσον τὸν πρῶτον τοῦ ἔθνους ἡμῶν, ὅτι ἀληθῶς ἄνθρωποι ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.