Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.76
Not analysed yet
(13) Σπλαγχνισθεὶς οὖν ὁ Φίλιππος προέτρεψεν τῷ Ἰρέῳ λέγων· Πρόσελθε καὶ ἐπίθες τὴν δεξιάν σου χεῖρα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ σήμανον αὐτῷ τὸν σταυρὸν τοῦ Χριστοῦ, καὶ ἰαθήσεται. Ὁ δὲ Ἴρεος προσελθὼν αὐτῷ εἶπεν· Ἐν τῷ ὀνόματι τοῦ σταυρωθέντος Ἰησοῦ Χριστοῦ γενοῦ ὑγιής. Καὶ εὐθέως ἰαθεὶς ἔκθαμβος ἐγένετο, καὶ δραμὼν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγων· Οἶδα Φίλιππε ὅτι ὅσα θέλεις δύνασαι· τοῦτο γὰρ καὶ προεῖπόν σοι· πλὴν οὖν διὰ τὴν ἀπιστίαν ἐμοῦ καὶ τοῦ συμπαρόντος πλήθους ἀνάσχου μοι τὸν λόγον, ὅτι ἀκριβῶς θέλω συζητῆσαι ἐκ τῶν γραφῶν τὰ περὶ τοῦ Ἰησοῦ, διὰ τί αὐτὸν ὑμεῖς θεὸν καλεῖτε. ἀλλα᾽ ὁρκίζω σε μὴ πάλιν ἐμβριμησάμενος ἐπιθήσῃς μοι ὀδύνας. Καὶ ὄχλοι εἶπον· Ἀξιοῦμέν σε Φίλιππε, μὴ ὀργισθῇς ἐλεγχόμενος, μηδὲ πάλιν δειλιάσῃς περὶ τὴν διδασκαλίαν σου· ἀκούσαντες γὰρ ἡμεῖς τὰ παρ᾽ ἀμφοτέρων κριταὶ ἀληθείας ἐσόμεθα, καὶ ἐὰν νικήσῃς, πάντες πιστεύσομεν τῷ διὰ σοῦ κηρυττομένῳ Χριστῷ.