Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.79
Not analysed yet
(16) Καὶ ὁ Ἀρίσταρχος πάλιν εἶπεν· Οὗτος Ἰησοῦς Χριστὸς λέγεται. οἶδα γὰρ ὅτι Ἡσαίας χριστὸν εἴρηκεν· Τάδε λέγει κύριος τῷ χριστῷ μου κυρίῳ, καὶ οὐκ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι· ἐπὶ σὲ ἔθνη ἐλπιοῦσιν. Οἱ δὲ Ἰουδαῖοι ἐμάχοντο τῷ Ἀριστάρχῳ Ὅτι φησὶν σὺ μᾶλλον ὑπέμνησας τὰ περὶ τοῦ Χριστοῦ γεγραμμένα. Καὶ πᾶς ὁ ὄχλος ἔλεγεν· πρὸς ταῦτα ἀντιφιλονεικῶμεν τῷ Φιλίππῳ; Καὶ οἱ τῆς πόλεως ἄρχοντες ἔλεγον· Πάντως ὁ θεὸς ἤγαγεν τὸν Φίλιππον εἰς τὴν πόλιν ἡμῶν, ἵνα δι᾽ αὐτοῦ μάθωμεν ὅτι οἱ θεοὶ ἡμῶν εἴδωλα κωφὰ καὶ τυφλὰ καὶ ἀναίσθητά εἰσιν. ἀλλὰ καὶ ὁ Ἰουδαῖος ὁ συζητήσας αὐτῷ μᾶλλον ἐφανέρωσεν τὴν ἀποκεκρυμμένην δόξαν ἐν τοῖς προφήταις περὶ τοῦ Χριστοῦ· διὸ δοκιμάσαντες τοὺς ἀμφοτέρων λόγους, καὶ ἰδόντες ὅτι διὰ πάντων ἀσφαλὼς ἐφανερώθη ὁ Χριστός, παρακαλέσωμεν τὸν Φίλιππον ἵνα ἐν τῇ πόλει ἡμῶν τὸν πάντα χρόνον οἰκήσῃ εἰς ἡμετέραν σωτηρίαν.