Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.78
Not analysed yet
(15) Ὁ δὲ Φίλιππος μειδιάσας ἐν ἀγαλλιάσει εἶπεν εἰς ὅλον τὸν ὄχλον· Ἀκούσατέ μου, καὶ γίνεσθε κριταὶ τῆς ἀληθείας· ὁ γὰρ προφήτης Ἡσαίας περὶ τοῦ Χριστοῦ λέγει· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρετισάμην, εἰς ὃν ηὐδόκησα· θήσω τὸ πνεῦμα ἐπ᾽ αὐτόν. Καὶ περὶ τοῦ σταυροῦ αὐτοῦ εἴρηται· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτόν. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Καὶ πάλιν· Τὸν νῶτόν μου ἡτοίμασα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ ἄλλος· Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπιζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. Ὁ δὲ Δαυὶδ περὶ αὐτοῦ φησιν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Καὶ περὶ τῆς ἀναστάσεως αὐτοῦ καὶ περὶ τοῦ Ἰούδα λέγει· Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ, πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτοῦ ἐν τῷ θεῷ αὐτοῦ. Καὶ πάλιν ὁ Δαυίδ· Προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾄδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ὁ δὲ Δαυὶδ ἐτελεύτησε, καὶ τὸ μνῆμα αὐτοῦ οἴδαμεν· ταῦτα δὲ πάντα εἴρηται περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως. λάβε καὶ ἐκ τῶν δώδεκα προφητῶν· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι ἐπιβεβηκὼς ἐπὶ πῶλον νέον. Καὶ ἕτερος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Καὶ ὁ πᾶς χορὸς τῶν προφητῶν καὶ πάντες οἱ πατριάρχαι περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ ἐκήρυξαν.