Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.81
Not analysed yet
(18) Ὡς οὖν ταῦτα οὕτως διελογίζοντο, οἱ γονεῖς ἔκλαιον. σπλαγχνισθεὶς δὲ ὁ Φίλιππος εἶπεν τῷ πατρὶ τοῦ παιδὸς καὶ τῇ μητρί· Τί ποιήσητε ἐὰν τὸν υἱὸν ὑμῶν ἀναστήσω; Λέγουσιν αὐτῷ· Ὅπερ ἐὰν θέλῃς ποιήσομεν. Οἱ δὲ μέλλοντες κατακαίεσθαι δοῦλοι διένευον τῷ ἀποστόλῳ μνησθῆναι αὐτῶν· νόμος γάρ τις ἄνομος ἦν ἐν αὐτοῖς, ὅταν γάρ τις ἐκ τῶν πλουσίων ἐτελεύτα, σὺν αὐτῷ καὶ δούλους καὶ δουλίδας κατακαίεσθαι· καὶ ἄλλα τινὰ χείρονα ἔπραττον, οἱ πολλοὶ δὲ αὐτῶν καὶ τὰς ἰδίας γυναῖκας συνανῄρουν.