Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.82
Not analysed yet
(19) Εἶπεν οὖν ὁ Φίλιππος· Τοὺς δούλους τούτους δότε μοι. Οἱ δὲ γονεῖς εἶπον· Ἄλλους πλείους μετ᾽ αὐτῶν καὶ ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν δώσομέν σοι, καὶ πρὸς τούτοις πιστεύσομεν καὶ τῷ θεῷ σου, ὅτι θεὸς μόνος, δυνατὸς ὢν καὶ νεκροὺς ἀνιστᾶν Προσέταξεν δὲ ὁ Φίλιππος τῷ ὄχλῳ ἀποστῆναι τῆς κλίνης, συνέθλιβον γὰρ ἀλλήλους· εἶπεν δὲ ὁ Φίλιππος πρὸς τὸν Ἀρίσταρχον· Ἄγε δὴ ὦ Ἰουδαῖε, ἰδοὺ ὅτι νεκρὸς κεῖται· εἰ οὖν τι δύνασαι, ἔγειρον αὐτόν. Καὶ ὑπὸ πάντων ἀναγκασθεὶς ὁ Ἀρίσταρχος μόλις προσῆλθεν τῷ νεκρῷ, καὶ ἥπτετο εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ πολλὰ ἐνέπτυσεν αὐτόν, καὶ ἔσυρεν αὐτὸν ἀπὸ τῆς χειρός· καὶ οὐκ ἦν φωνὴ οὐδὲ ἀκρόασις τῷ νεκρῷ. καὶ ὡς οὐδὲν ἴσχυσεν, ἔκραξαν οἱ ὄχλοι· Ἄρατε τὸν Ἰουδαῖον ἐκ τοῦ μέσου. Καὶ ἀπέστη αἰσχυνόμενος. ὁ Ἴρεος θαρσοποιηθεὶς εἶπεν· Ὦ ἄνδρες Ἰουδαῖοι οἱ ἐναντιούμενοι τῷ θεῷ διὰ παντός, ἐτολμήσατε βλασφημῆσαι λέγοντες ὅτι Μάγος ἐστὶν ὁ Φίλιππος· Εἰ μὴ ἦν φιλάνθρωπος καὶ ἀγαθὸς ὁ ἐν αὐτῷ θεός, ἄρα ἂν ἐθανατώθητε σὺν αὐτῷ.