Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.83
Not analysed yet
(20) Νηρεὺς δὲ ὁ τοῦ τεθνηκότος πατὴρ εἶπεν· Ἀναστήτω μόνον ὁ υἱός μου, κἀγὼ κατὰ Ἰουδαίων ἀγωνίζομαι. Λέγει ὁ Φίλιππος· Ἐὰν μὴ ὁμολογήσῃς τοῦ μὴ ἀδικῆσαι Ἰουδαίους, οὐκ ἀναστήσεται ὁ υἱός σου. Ὁ δὲ πατὴρ τοῦ παιδὸς εἶπεν· Ποιῶ τὸ θέλημά σου. Ἐθαύμαζον δὲ πάντες οἱ ὄχλοι καὶ οἱ ἄρχοντες λογιζόμενοι τί ἄρα ποιήσει ὁ Φίλιππος, εἰ ἄρα δυνήσηται ἀναστῆσαι τὸν νεκρόν.