Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.85
Not analysed yet
(22) Ἀπὸ δὲ τοῦ θαύματος τούτου ἐκέλευσεν ὁ Φίλιππος τῷ πατρὶ τοῦ παιδὸς ἐνέγκαι τοὺς δούλους, οὓς εἶπεν ἐλευθεροῦν. ἐλθόντες δὲ ἐν τῷ τόπῳ ὅπου ἦν ὁ παῖς ἐγηγερμένος, ἀπιδὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰς αὐτοὺς εἶπεν· Οἱ δοῦλοι μέχρι σήμερον, νῦν δὲ ἐλεύθεροι διὰ Χριστόν, μὴ ἀμελήσητε τῆς ἑαυτῶν σωτηρίας. Ὁ δὲ πατὴρ τοῦ παιδὸς καὶ ἡ μήτηρ ἠγαλλιάσαντο ἐπ᾽ αὐτοῖς, καὶ ὅτι τελείως εἶδον τὸν υἱὸν αὐτῶν ἐγηγερμένον. Ἐπεὶ δὲ τούτῳ τῷ τρόπῳ ἐπίστευσαν ἅπαντες εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν,