Ancient Greek · ~2 min
1.86 to 1.Πρᾶξις ζ´ περὶ Νερκέλλας Ἰρέου εἰς Νικάτηραν.
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.86-1.Πρᾶξις ζ´ περὶ Νερκέλλας Ἰρέου εἰς Νικάτηραν.
Not analysed yet
(23) καὶ τῇ ἕωθεν ἤρξατο ὁ Φίλιππος κατηχεῖν καὶ βαπτίζειν εἰς τὸ ὄνομα τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, καὶ λαβὼν τὸν Ἴρεον καὶ τοὺς πρώτους τῆς πόλεως περιῄει καταλύων τὰ ἱερὰ τῶν εἰδώλων καὶ ἀνοικοδομῶν ἐκκλησίας ἱεράς, χειροτονῶν πρεσβυτέρους καὶ κληρικούς, καὶ κανόνας ἐκθέμενος αὐτοὺς καὶ τύπους εἰς δόξαν Χριστοῦ, ἐμεγαλύνοντο καὶ ἐκρατύνοντο τῇ πίστει. (1) Νερκέλλα δὲ ἡ τοῦ Ἰρέου γυνὴ καὶ ἡ θυγάτηρ αὐτῆς 'Aρτεμήλα ἐχάρησαν ἐπὶ τῷ Φιλίππῳ, καὶ παρεκάλουν αὐτὸν εὐλογῆσαι αὐτάς. καὶ λέγει ὁ Φίλιππος· Ἰδοὺ τὸ αἴτημα ὑμῶν δίδωσιν ὑμῖν Ἰησοῦς Χριστός, καὶ εὐλογία ἐν ταῖς ψυχαῖς ὑμῶν.