Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.91
Not analysed yet
(5) Ταῦτα δὲ εἰπὼν ὁ Φίλιππος ἐκράτησεν τὸν Ἴρεον, καὶ κατέστησεν αὐτὸν ἐπίσκοπον, καὶ ἐστήριξεν αὐτὸν ἐφ᾽ οἷς ἤκουσεν καὶ ἐφ᾽ ἅπασιν οἷς ἐθεάσατο. καὶ εἶπεν αὐτῷ ὁ Φίλιππος· Εἰρήνη ἐπὶ σὲ ἡ δοθεῖσα ἡμῖν παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἔλεος. Καὶ ἐπεφώνησαν ἅπαντες οἱ ἀδελφοί· Ἄξιος, ἄξιος, ἄξιος. Καὶ ἐπηύξατο ὁ Φίλιππος τῷ Ἰρέῳ, ἵνα γένηται πρᾳότης ἐν αὐτῷ, καὶ ἵνα δυνηθῇ ποιμᾶναι τοὺς ἀδελφοὺς ἐν πίστει, καὶ πᾶν αἴτημα ἀγαθὸν ὃ ἐὰν αἰτήσηται παρὰ τοῦ θεοῦ δοθήσεται. καὶ στραφεὶς εἶπεν τοῖς ἀδελφοῖς· Ὑμεῖς οὖν τέκνα δουλεύσατε αὐτῷ ἐν ὑποταγῇ, φανεροῦντες ἐνώπιον αὐτοῦ ὡς πατρὶ τοὺς λογισμούς. καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἔστω μεθ᾽ ὑμῶν πάντοτε· ἐγὼ γὰρ πορεύομαι.