Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.90
Not analysed yet
(4) Μετὰ δὲ ταῦτα εἰσῆλθεν ὁ Φίλιππος εἰς τὴν οἰκοδομὴν καὶ ἠγαλλιάσατο · ἄπαντες δὲ οἱ πιστεύσαντες ἀπήρχοντο πρὸς αὐτὸν εἰς τὴν συναγωγήν, καὶ ἐδιδάσκοντο ὑπ᾽ αὐτοῦ. ἔλεγεν δὲ αὐτοῖς· Ἀδελφοί μου, θέλω ἵνα ἡ εὐωδία ὑμῶν τῆς πίστεως γένηται ἐν παντὶ τόπῳ κατάδηλος· ἐξάρατε οὖν ἀφ᾽ ὑμῶν πᾶσαν κακίαν καὶ πᾶσαν πονηρίαν καὶ ἀδικίαν καὶ ζῆλον καὶ ἔριν καὶ φθόνον καὶ φιλονεικίαν, ἵνα εὑρεθῆτε πραεῖς ἐν τῇ πίστει, καὶ ἐν τοῖς ἀγαθοῖς ἔργοις δόκιμοι. γινώσκω γὰρ ὅτι οὐ μὴ ἐκπέσητε τῆς ἐλπίδος τοῦ Χριστοῦ; καὶ οὐκ ἐγκαταλείψει ὑμᾶς εἰς τοὺς αἰῶνας· αὐτὸς γὰρ κατευθυνεῖ τὰς ὁδοὺς ὑμῶν ἐνώπιον αὐτοῦ.