Ancient Greek · ~4 min
Μαρτύριον τοῦ ἁγίου καὶ ἐνδόξου ἀποστόλου Θωμᾶ.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Μαρτύριον τοῦ ἁγίου καὶ ἐνδόξου ἀποστόλου Θωμᾶ.
Not analysed yet
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνῄει ὁ ἀπόστολος Θωμᾶς ἐπὶ τὸ ἐγκλεισθῆναι· καὶ Τερτία σὺν Μυγδονίᾳ καὶ Ναρκίᾳ ἀπῄεσανἐπὶ τὸ ἐγκλεισθῆναι. ὁ δὲ ἀπόστολος Θωμᾶς εἶπεν πρὸς αὐτάς, τοῦ πλήθους τῶν πεπιστευκότων παρόντος· Θυγατέρες καὶ ἀδελφαὶ καὶ σύνδουλοι αἱ εἰς τὸν κύριον καὶ θεόν μου πιστεύσασαι, τοῦ Ἰησοῦ μου ὑπηρέτριαι, ἀκούσατέ μου ἐν ταύτῃ τῇ ἡμέρᾳ· τὸν γὰρ ἐμὸν λόγον παραδίδωμι ὑμῖν καὶ οὐκέτι διαλεχθήσομαι ὑμῖν ἐν τῇ σαρκὶ ταύτῃ οὐδὲ ἐν τῷ κόσμῳ τούτῳ· ἀνάγομαι γὰρ πρὸς τὸν κύριον καὶ θεόν μου Ἰησοῦν Χριστόν, πρὸς ἐκεῖνον τὸν πωλήσαντά με, πρὸς ἐκεῖνον τὸν ἑαυτὸν ταπεινώσαντα ἕως ἐμοῦ τοῦ μικροῦ κύριον καὶ ἀνάξαντά με εἰς μεγαλωσύνην αἰώνιον, τὸν καταξιώσαντά με λάτρην αὐτοῦ γενέσθαι ἐν ἀληθείᾳ καὶ βεβαιότητι. ἀπέρχομαι πρὸς αὐτὸν ἐπιστάμενος ὅτι ὁ καιρὸς συμπεπλήρωται καὶ ἤγγικεν ἡ προθεσμία ἵνα ἀπελθὼν ἀπολάβω τοὺς μισθούς μου παρὰ τοῦ κυρίου μου καὶ θεοῦ· δίκαιος γάρ ἐστιν ὁ μισθαποδότηςμου ὁ εἰδώς με πῶς δεῖ με λαβεῖν τὸν μισθόν· οὔτε γὰρ πονηρός ἐστιν οὔτε φθονερός· πλούσιος δέ ἐστιν ἐν τοῖς αὐτοῦ χαρίσμασιν· οὐκ ἔστιν φιλόδολος ἐν οἷς δίδωσιν· τεθάρρηκε γὰρ τῇ ἀνυστερήτῳ αὐτοῦ κτήσει.