Ancient Greek
Section 160
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 160
Not analysed yet
οὐκ εἰμὶ ἐγὼ Ἰησοῦς, δοῦλος δὲ αὐτοῦ εἰμι· οὐκ εἰμὶ ἐγὼ Χριστός, διάκονος δὲ αὐτοῦ ὑπάρχω· οὐκ εἰμὶ ἐγὼ ὁ υἱὸς τοῦ θεοῦ, δέομαι δὲ ἄξιος τοῦ θεοῦ γενέσθαι. ἐμμείνατε τῇ πίστει τοῦ Χριστοῦ· ἐμμείνατε τῇ ἐλπίδι τοῦ υἱοῦ τοῦ θεοῦ· μὴ ἐκκακήσητε πρὸς τὰς θλίψεις μηδὲ διαιρεθῆτε ἐπὰν ἴδητέ με ὑβριζόμενον ἢ ὅτι ἐγκέκλεισμαι· αὐτοῦ γὰρ τὸ θέλημα εἰς πέρας ἄγω· εἰ γὰρ καὶ ἠβουλήθην μὴ ἀποθανεῖν, ἐν Χριστῷ οἶδα ὅτι δύναμαι· οὗτος δὲ ὁ νομιζόμενος θάνατος οὐκ ἔστιν θάνατος, ἀλλὰ λύσις ἀπὸ τοῦ σώματός ἐστιν. διὸ χαίρων δέχομαι τὴν τοιαύτην λύσιν τοῦ σώματος, ἵνα ἀπελθῶν ἴδω ἐκεῖνον τὸν εὐπρεπῆ καὶ εὔσπλαγχνον, τὸν ἐπέραστον. πολὺν γὰρ κάματον ὑπέστην ἐν τῇ αὐτοῦ ἐργασίᾳ, καὶ ἐμόχθησα διὰ τὴν αὐτοῦ χάριν τὴν ἐπελθοῦσάν μοι, ἥτις οὐκ ἀπέστη ἀπ᾽ ἐμοῦ. μὴ οὖν ὑποδύῃ ὑμῖν ὁ Σατανᾶς καὶ τὰς ἐνθυμήσεις ὑμῶν διαρπάσῃ· μὴ γένοιτο ἐν ὑμῖν ἐκείνῳ χώρα· ἰσχυρός ἐστιν ὃν ὑμεῖς ὑπεδέξασθε. τὴν τοῦ Χριστοῦ παρουσίαν προσδέχεσθε· ἐλθὼν γὰρ ὑποδέξεται ὑμᾶς· οὗτός ἐστιν ὃν ὄψεσθε ἐρχόμενον.