Ancient Greek · ~4 min
Πρᾶξις ζ᾽ περὶ τοῦ στρατηλάτου.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Πρᾶξις ζ᾽ περὶ τοῦ στρατηλάτου.
Not analysed yet
Τοῦ δὲ ἀποστόλου Ἰούδα Θωμᾶ καταγγέλλοντος ἐν πάσῃ τῇ Ἰνδίᾳ τὸν λόγον τοῦ θεοῦ στρατηλάτης τις τοῦ βασιλέως Μισδαίου ἦλθεν πρὸς αὐτόν, καὶ ἔλεγεν αὐτῷ· Ἀκήκοα περὶ σοῦ ὅτι μισθὸν παρά τινος οὐ λαμβάνεις, ἀλλ᾽ ὅπερ καὶ ἔχεις τοῖς δεομένοις παρέχεις· εἰ γὰρ μισθοὺς ἐλάμβανες, ἀπέστειλα ἂν χρῆμα ἱκανόν, καὶ αὐτὸς ἐνθάδε οὐ παρεγενόμην· ὁ γὰρ βασιλεὺς ἐκτὸς ἐμοῦ οὐδὲν διαπράττεται· πολλὰ γὰρ ὑπάρχοντά μοί εἰσιν καὶ πλούσιός εἰμι, εἷς τῶν ἐντῇ Ἰνδίᾳ· καὶ οὐδ᾽ ὅλως ἠδίκησά ποτέ τινα· τὸ δὲ ἐναντίον μοι συνέβη· γαμετὴν ἔχω, καὶ ἔσχον ἐξ αὐτῆς θυγατέρα, καὶ πάνυ διάκειμαι πρὸς αὐτήν, ὡς καὶ ἡ φύσις ἀπαιτεῖ, ἄλλης δὲ γυναικὸς οὐ πεπείραμαι. ἔτυχεν δὲ γάμον γενέσθαι ἐν τῇ ἡμετέρᾳ πόλει, καὶ πάνυ μοι προσφιλεῖς ἦσαν οἱ τὸν γάμον ποιοῦντες· εἰσελθόντες οὖν ἠξίουν με καλοῦντες αὐτὴν καὶ τὴν θυγατέρα αὐτῆς. ἐπεὶ οὖν πάνυ μοι φίλοι ἦσαν, οὐκ ἠδυνήθην παραιτήσασθαι· ἀπέστειλα οὖν αὐτὴν καίπερ μὴ βουλομένην ἀπελθεῖν, πολλοὺς δὲ καὶ οἰκέτας συναπέστειλα αὐταῖς. ἀπῄεσαν οὖν κόσμον πολὺν κεκοσμημέναι αὐτὴ καὶ ἡ θυγάτηρ αὐτῆς·