Ancient Greek · ~4 min
Section 63
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 63
Not analysed yet
ἐσπέρας δὲ γενομένης καὶ καιροῦ ἐστάντος ἀναλῦσαι ἀπὸ τῶν γάμων λαμπάδας καὶ δᾷδας ἔπεμψα εἰς ἀπάντησιν αὐτῶν· κἀγὼ ἐν τῇ ὁδῷ εἱστήκειν κατοπτεύων πότε ἔλθῃ καὶ θεάσομαι αὐτὴν σὺν τῇ θυγατρί μου. καὶ ἑστὼς φωνὴν ὀλολυγμοῦ ἤκουον· Οὐαὶ αὐτῇ ἐκ παντὸς στόματος ἠκούετο· οἱ δὲ δοῦλοι τὴν ἐσθῆτα ἔχοντες περιερρηγμένην ἤρχοντο πρός με ἀναγγέλλοντες τὰ γενόμενα. Εἴδομέν φησιν ἄνθρωπόν τινα καὶ παῖδα σὺν αὐτῷ· καὶ ὁ μὲν ἄνθρωπος ἐπέβαλεν αὐτοῦ τὴν χεῖρα ἐπὶ τὴν γυναῖκά σου καὶ ὁπαῖς ἐπὶ τὴν θυγατέρα σου, αἳ δὲ ἔφυγον ἀπ᾽ αὐτῶν· ἡμεῖς δὲ τοῖς ξίφεσιν ἐτρώσαμεν αὐτούς· τὰ δὲ ξίφη ἡμῶν εἰς γῆν ἔπεσον. καὶ αὐτῇ τῇ ὥρᾳ κατέπεσον αὐταὶ ταῖς ὀδοῦσι τρίζουσαι καὶ τὰς κεφαλὰς εἰς γῆν κρούουσαι· καὶ ταῦτα εἰδότες ἤλθομεν ἀναγγεῖλαί σοι. Ταῦτα δὲ παρὰ τῶν δούλων ἀκούσας ἐγὼ τὴν ἐσθῆτα περιέρρηξα, καὶ τὰς χεῖρας ἐπὶ τὴν ὄψιν ἐπάταξα, καὶ ὥσπερ ἐμμανὴς γενόμενος ἔτρεχον τὴν ὁδόν· καὶ ἀπελθὼν εὗρον αὐτὰς ἐρριμμένας ἐν τῇ ἀγορᾷ· καὶ λαβών αὐτὰς ἤγαγον εἰς τὴν οἰκίαν μου, καὶ μετὰ πολλὴν ὥραν ἔνηψαν, καὶ κατασταθεῖσαι ἐκαθέσθησαν.