Ancient Greek · ~5 min
Πρᾶξις ιγ´ ὅτε Οὐαζάνης λαμβάνει τὸ βάπτισμα μετὰ τῶν λοιπῶν.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Πρᾶξις ιγ´ ὅτε Οὐαζάνης λαμβάνει τὸ βάπτισμα μετὰ τῶν λοιπῶν.
Not analysed yet
Οὐαζάνης δὲ ὁ νεανίσκος ἐδέετο τοῦ ἀποστόλου λέγων· Δέομαί σου ἄνθρωπε ἀπόστολε τοῦ θεοῦ, συγχώρησόν μοι ἀπελθεῖν, καὶ πείσω τὸν δεσμοφύλακα ἵνα σοι συγχωρήσῃ ἐλθεῖν οἴκαδε μετ᾽ ἐμοῦ, ὅπως διὰ σοῦ λάβω σφραγῖδα, καὶ γένωμαι ὑπηρέτης σου καὶ φύλαξ τῶν ἐντολῶν τοῦ θεοῦ οὗ σὺ κηρύσσεις. καὶ γὰρ πρότερον ἐν οἷς σὺ διδάσκεις ἀνεστρεφόμην, ἕως οὗ ὁ ἐμὸς πατὴρ βιασάμενός με γυναικὶ συνῆψεν Ἀνισάρᾳ λεγομένῃ· ὢν γὰρ πρώτου καὶ εἰκοστοῦ ἔτους ἕβδομον ἤδη ἐνιαυτὸν ἔχω γαμήσας· πρὸ τοῦ δὲ συναλλάξαι γάμῳ ἄλλην οὐκ ἐγίνωσκον γυναῖκα· διὸ καὶ ἄχρηστος τῷ πατρὶ ἐνομιζόμην· οὐδέ ποτε οὔτε υἱὸς οὔτε θυγάτηρ γέγονέν μοι ἐκ τῆς γυναικὸς ταύτης· ἀλλὰ καὶ ἡ γυνή μου αὐτὴ ἐν σωφροσύνῃ συνέζησέν μοι τὸν χρόνον τοῦτον, καὶ σήμερον εἰ ὑγιὴςἐτύγχανεν καὶ παρὰ σοῦ ἀπηκροάσατο, οἶδα ὅτι κἀγὼ ἀνεπαυόμην καὶ αὐτὴ αἰωνίαν ζωὴν ἀπελάμβανεν· ἀλλ᾽ ἐν κινδύνῳ καὶ ἐν κακώσει πολλῇ ἐξετάζεται. πείθω τοίνυν τὸν φύλακα ἐάν μοι ὑποσχῇ ἐλθεῖν μετ᾽ ἐμοῦ· ἰδίᾳ γὰρ κατ᾽ ἐμαυτὸν οἰκῶ· καὶ ἅμα θεραπεύεις τὴν ἀθλίαν ἐκείνην. Ἀκούσας δὲ ταῦτα Ἰούδας ὁ ἀπόστολος τοῦ ὑψίστου εἶπεν τῷ Οὐαζάνῃ· Εἰ πιστεύεις, ὄψει τὰ θαύματα τοῦ θεοῦ καὶ πῶς σῴζει τοὺς αὐτοῦ δούλους.