Ancient Greek · ~4 min
Section 151
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 151
Not analysed yet
Διαλεγομένων δὲ αὐτῶν ταῦτα Τερτία καὶ Μυγδονία καὶ Μαρκία ἐν τῇ θύρᾳ ἵσταντο τοῦ δεσμωτηρίου, καὶ δοῦσαι τῷ δεσμοφύλακι τριακοσίους ἐξήκοντα τρεῖς στατῆρας ἀργυρίου εἰσῆλθον πρὸς τὸν Ἰούδαν· καὶ εὗρον τὸν Οὐαζάνην καὶ τὸν Σιφόρα καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα καὶ πάντας τοὺς δεσμώτας καθημένους καὶ τοῦ λόγου ἀκούοντας. καὶ ὡς ἔστησαν πρὸς αὐτὸν εἶπεν αὐταῖς· Τίς ὑμῖν συνεχώρησεν ἐλθεῖν πρὸς ἡμᾶς; καὶ τίς ὑμῖν ἤνοιξεν τὴν ἐσφραγισμένην θύραν τοῦ ἐξελθεῖν; Λέγει αὐτῷ Τερτία· Οὐ σὺ ἀνεπέτασας τὰς θύρας ἡμῖν εἰπὼν εἰσελθεῖν εἰς τὸ δεσμωτήριον, Ἵνα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ἐκεῖ παραλάβωμεν καὶ τότε ἐνδείξηται ὁ κύριος τὴν δόξαν αὐτοῦ ἐν ἡμῖν; Καὶ πλησίον τῆς θύρας γενομένων ἡμῶν οὐκ οἶδα πῶς ἐχωρίσθης ἀφ᾽ ἡμῶν καὶ ἀποκρυβεὶς ἡμᾶς προῆλθες ἐνθάδε, ὅπου καὶ τοῦ ψόφου τῆς θύρας ᾐσθόμεθα, σοῦ ἀποκλείσαντος ἡμᾶς. δοῦσαι τοιγαροῦν χρήματα τοῖς φύλαξιν εἰσήλθομεν· καὶ ἰδοὺ πάρεσμεν δεόμεναί σου ὅπως πεισθέντα σε φυγαδεύσωμεν ἕως οὗ λήξει ὁ τοῦ βασιλέως εἰς σὲ θυμός. Πρὸς ἣν ὁ Ἰούδας· Διήγησαι πρότερον ἡμῖν πῶς συνεκλείσθητε.