Ancient Greek
Section 127
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 127
Not analysed yet
Ἀκούσας δὲ ταῦτα ὁ Μισδαῖος εἶπεν· Ἰδού σε ἀπολύω. ἀπελθὼν οὖν πεῖσον τὴν Μυγδονίαν τὴν Χαρισίου γυναῖκα ἵνα μὴ θελήσῃ ἀποστῆναι ἀπ᾽ αὐτοῦ. Λέγει αὐτῷ Ἰούδας· Μὴ μέλλε εἴ τι ἔχεις πρᾶξαι· ἐκείνην γάρ, εἰ δικαίως δέδεκται ἃ μεμάθηκεν, οὐ σίδηρος, οὐ πῦρ, οὐδ᾽ ἄλλο τι τῶν τοιούτων ἰσχυρότερον βλάψαι δυνήσηται οὐδὲ ἐκκόψαι τὸν ἐν τῇ ψυχῇ αὐτῆς κατεχόμενον. Λέγει ὁ Μισδαῖος τῷ Ἰούδᾳ· Φάρμακα ἕτερα διαλύει ἕτερα φάρμακα, καὶ πληγὰς ἐχίδνης θηριακὴ διαλύει· καὶ σὺ εἰ θέλεις δύνασαι λύσιν τῶν φαρμάκων ἐκείνων δοῦναι, καὶ εἰρήνην καὶ ὁμόνοιαν τοῦ συνοικεσίουκεσίου ποιῆσαι. τοῦτο γὰρ ποιῶν σεαυτοῦ φείδῃ· οὐδέπω γὰρ τοῦ ζῆν κόρον ἔχεις. ἴσθι δὲ ὅτι σὲ μὴ πείθοντα ταύτην ἀπὸ τῆσαι ἐπιποθήτου τοῖς πάσιν ζωῆς ἀφαρπάσω. Καὶ Ἰούδας ἔφη· Ἡ ζωὴ αὕτη κατὰ χρῆσιν δέδοται, καὶ ὁ καιρὸς οὗτος ἀλλάσσεται· ἐκείνη δὲ ἡ ζωὴ ἣν ἐγὼ διδάσκω ἄφθαρτός ἐστιν. τὸ δὲ κάλλος καὶ ἡ φαινομένη νεότης μετὰ μικρὸν οὐκ ἔσται. Λέγει αὐτῷ ὁ βασιλεύς· Ἐγὼ μέν σοι συνεβούλευσα τὸ συμφέρον, σὺ δὲ μὲν οἶδες τὰ σά.