Ancient Greek · ~6 min
Section 136
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 136
Not analysed yet
Ἀκούσασα δὲ ἡ Τερτία ταῦτα παρὰ τῆς Μυγδονίας εἶπεν· Δέομαί σου ἀδελφὴ ἀπάγαγέ με πρὸς τὸν ξένον ἐκεῖνον τὸν τὰ μεγαλεῖα ταῦτα διδάσκοντα, ἵνα ἀπελθοῦσα κἀγὼ αὐτοῦ κατακούσω, καὶ διδαχθῶ σέβειν ὃν κηρύσσει θεόν, καὶ κοινωνὸς αὐτοῦ γένωμαι τῶν εὐχῶν, καὶ συμμέτοχος γένωμαι πάντων ὧν μοι εἴρηκας. Ἡ δὲ Μυγδονία λέγει αὐτῇ· Ἐν τῷ οἴκῳ ἐστὶν Σιφόρου τοῦ στρατηλάτου· καὶ γὰρ αὐτὸς γέγονεν πρόφασις πᾶσιν τοῖς ἐν τῇ Ἰνδίᾳ σῳζομένοις. Τούτων δὲ ἀκούσασα ἡ Τερτία δρομαία εἰς τὸν οἶκον Σιφόρου ἀπῄει ἵνα ἴδῃ τὸν ἐπιδημήσαντα καινὸν ἀπόστολον. εἰσελθούσης δὲ αὐτῆς εἶπεν αὐτῇ Ἰούδας· Τί ἐλήλυθας ἰδεῖν; ξένον ἄνθρωπον καὶ πένητα καὶ εὐκαταφρόνητον καὶ πτωχόν, μήτε πλοῦτον ἔχοντα μήτε κτῆσιν; ἓν δὲ τι κέκτημαι κτῆμα ὅπερ οὕτεβασιλεὺς οὕτε ἄρχοντες ἀφελέσθαι δύνανται, μήτε φθειρόμενον μήτε λήγοντα, ὅς ἐστιν σωτὴρ Ἰησοῦς πάσης ἀνθρωπότητος, ὁ τοῦ ζῶντος θεοῦ υἱός, ὁ δεδωκὼς ζωὴν πᾶσιν τοῖς εἰς αὐτὸν πιστεύουσιν καὶ καταφεύγουσιν εἰς αὐτὸν καὶ γινωσκόμενος ἐν τῷ ἀριθμῷ τῶν αὐτοῦ δούλων. Πρὸς ὃν λέγει ἡ Τερτία· Γένωμαι κοινωνὸς τῆς ζωῆς ταύτης ἣν ἐπαγγέλλῃ δέξασθαι πάντας τοὺς συνερχομένους εἰς τὸ τοῦ θεοῦ καταγώγιον. Καὶ ὁ ἀπόστολος εἶπεν· Τὸ ταμιεῖον τοῦ ἁγίου βασιλέως ἀναπέπταται, καὶ οἱ ἀξίως μεταλαμβάνοντες τῶν ἐκεῖ ἀγαθῶν ἀναπαύονται καὶ ἀναπαυόμενοι βασιλεύουσιν. πρότερον δὲ οὐδεὶς αὐτῷ πρόσεισιν ἀκάθαρτος ὢν καὶ φαῦλος· οἶδεν γὰρ αὐτὸς τὰ ἐγκάρδια ἡμῶν καὶ τὰ τῆς ἐνθυμήσεως βάθη· καὶ οὐκ ἔστιν τινὰ λαθεῖν αὐτόν. καὶ σὺ τοίνυν, εἰ ἀληθῶς πιστεύεις εἰς αὐτόν, ἀξιωθήσῃ τῶν αὐτοῦ μυστηρίων· καὶ αὐτός σε μεγαλυνεῖ καὶ πλουτιεῖ καὶ κληρονόμον τῆς αὐτοῦ βασιλείας ποιήσει.