Ancient Greek
Section 31
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 31
Not analysed yet
Καὶ ταῦτα εἰπόντος αὐτοῦ δράκων μέγας ἀπὸ φωλεοῦ ἐξελθών, τὴν κεφαλὴν αὐτοῦ κατακρούων καὶ τὴν οὐρὰν κατατινάσσων ἐπὶ τὴν γῆν καὶ φωνῇ μεγάλῃ χρησάμενος πρὸς τὸν ἀπόστολονεἶπεν· Ἐρῶ ἔμπροσθέν σου διὰ ποίαν αἰτίαν ἐθανάτωσα τοῦτον, ἐπειδὴ εἰς τοῦτο παρεγένου, ἐλέγξαι μου τὰ ἔργα. Καί φησιν ὁ ἀπόστολος· Ναί, εἰπέ. Καὶ ὁ δράκων· Γυνή τίς ἐστιν ὡραία ἐν τῷ χωρίῳ τούτῳ ἄντικρυς· καὶ διερχομένης αὐτῆς δι᾽ ἐμοῦ ἰδὼν αὐτὴν ἠράσθην αὐτῆς, καὶ ἀκολουθήσας αὐτῇ ἐπετήρουν· καὶ εὗρον τοῦτον τὸν νεανίαν καταφιλοῦντα αὐτήν, ὸς καὶ ἐκοινώνησεν αὐτῇ καὶ ἄλλα αἰσχρὰ διεπράξατο μετ᾽ αὐτῆς· κἀμοὶ μὲν εὔκολα ἦν αὐτὰ ἐπὶ σοῦ ἐκφᾶναι, οἶδα γάρ σε δίδυμον ὄντα τοῦ Χριστοῦ τὸν τὴν φύσιν ἡμῶν ἀεὶ καταργοῦντα· ταράξαι δὲ ταύτην μὴ βουληθεὶς αὐτῇ τῇ ὥρᾳ οὐκ ἐθανάτωσα αὐτόν, ἀλλ᾽ ἐπιτηρησάμενος αὐτὸν ἐσπέρας διερχόμενον τύψας ἐθανάτωσα αὐτόν, καὶ μάλιστα κατατολμήσαντα αὐτὸν τῇ κυριακῇ ἡμέρᾳ τοῦτο διαπράξασθαι. Ὁ δὲ ἀπόστολος ἐξήταζεν αὐτὸν λέγων· Εἰπέ μοι ποίας σπορᾶς καὶ ποίου γένους ὑπάρχεις.