Ancient Greek
Section 93
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 93
Not analysed yet
Ὁμοίως δὲ καὶ ἡ Μυγδονία ὀρθρίσασα ἀπῄει εἰς ἀσπασμὸν Ἰούδα Θωμᾶ τοῦ ἀποστόλου. κατέλαβεν δὲ αὐτὸν ὁμιλοῦντα μετὰ τοῦ στρατηλάτου καὶ τοῦ παντὸς ὄχλου· καὶ παρῄνει αὐτοῖς λέγων περὶ τῆς γυναικὸς τῆς δεξαμένης τὸν κύριον ἐν τῇ αὐτῆς ψυχῇ, τίνος εἴη σύνοικος. τοῦ ἀρχιστρατηλάτου εἰπόντος ὅτι Γυνή ἐστιν Χαρισίου τοῦ συγγενοῦς Μισδαίου τοῦ βασιλέως, Καὶ ὅτι Ἐστὶν ἀνὴρ ἀπόσκληρος καὶ πᾶν ὅ τι τῷ βασιλεῖ εἴπῃ τούτῳ πείθεται, Καὶ ὅτι Οὐ συγχωρεῖ αὐτὴν παραμεῖναι τῇ γνώμῃ ταύτῃ ᾗ ὡμολόγησεν· καὶ γὰρ πολλάκις ἐπὶ τοῦ βασιλέως ἐνεγκωμίασεν αὐτήν, λέγων μὴ εἶναι ἄλλην τοιαύτην εἰς ἀγάπην. πάντα οὖν ὅσα ἂν διαλεχθῇς αὐτῇ ξένα αὐτῆς τυγχάνει. Εἶπεν δὲ ὁ ἀπόστολος· Εἰ ἀληθῶς καὶ βεβαίως ἀνέτειλεν ὁ κύριος εἰς τὴν ταύτης ψυχήν, καὶ προσεδέξατο τὸν καταβληθέντα σπόρον, οὔτε τῆς προσκαίρου ζωῆς φροντίδα ποιήσεται οὔτε τὸν θάνατον φοβηθήσεται, ούτε Χαρίσιός τι ταύτην καταβλάψαι δυνήσηται· μείζων γάρ ἐστιν ἐκεῖνος ὃν ὑπεδέξατο εἰς τὴν ἰδίαν ψυχήν, εἰ ἀληθῶς αὐτὸν ὑπεδέξατο.