Ancient Greek
Book 1
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 1.1
Not analysed yet
τὰς κόρας, νμεγάλοι τε ὀφθαλμοὶ καὶ στίλβοντες κινούμενοι δεδορκότες θυμῷ καὶ τὰ βλέφαρα αὐτῶν ἀνοίγονται, πάντων οὗτοι ἄχρηστοι. τῶν γὰρ λύκων καὶ συῶν ἀγρίων ταῦτα τὰ εἴδη. καὶ ὑπολάμπει ἔσω ὡς πῦρ· καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσί· καὶ ἕτεραι γλαυκαί. καὶ ἀπλῶς, καθὼς ἀνωτέρω εἴρηται, οἱ λύκων καὶ συῶν ἀγρίων τὰ σημεῖα ἔχοντές εἰσιν Matr. ὠμότεροι ἀγριώτεροί τε καὶ ἁρπακτικώτεροι. μείζους δὲ οὖσαι ἢ ἐλάττους ἡμερώτερα σημαίνουσιν. αἱ δε αἱματώδεις τῶν κέγχρων ἐν τοῖς μέλασι φαρμακώδεις ἀνθρώπους μη- νύουσιν, ὥσπερ αἱ ὠχραὶ μαγγανείας καὶ φαρμακείας ἐπι- στήμονας δηλοῦσιν. οἱ ὠχροὶ δολερώτεροι, οἱ αἱματώδεις δὲ ἀβουλότεροι καὶ θερμουργοί· ὅσοι δὲ οὐ κέγχροις χαροποί, Matr. ἀλλʼ εἰσὶ πεποεκιλμένοι, τούτων τὸ μέγεθος καὶ τὴν χροιὰν ἐπισκέπτου. εἰ μέλαινα ἢ ἑτέρα πυρρὰ ἐν ὑγροῖς ὀφθαλ- μοῖς καί γε μηδὲν ἄλλο ἄτοπον φαίνοιτο, ἄνδρα δηλοῦσι μεγαλόνουν, δίκαιον, συνετόν, εὐφυῆ, παιδεραστὴν δὲ πέρα τοῦ μετρίου, εἰ δὲ χλωρὰ ἴτυς ἐπὶ μελαίναις, δολερόν, ἄδικον, Matr. κλέπτην, γυναιξὶν ὁμιλοῦντα αἰσχρῶς καὶ ἀτόπως. ἴτυες αἰόλοι χρόαν ταῖς ἴρισιν ὅμοιοι ξηρότεροι τοῖς ὀφθαλμοῖς ματαιότητα σημαίνουσιν, ἐν δὲ ὑγροῖς μεγαλόνοιαν καὶ ἀν- δρείαν καὶ εὐθυλογίαν καὶ ὀρθοβουλίαν, ταχύτεροι δὲ εἰς ὀργὴν καὶ ἐν ἀφροδισίοις ἔργοις ἐπτοημένοι.