Ancient Greek
Book 1
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 1.2
Not analysed yet
Κοῖλοι πάνυ ὀφθαλμοὶ οὐκ ἐπαινετοί· ὅσοι δὲ κοῖλοι ὄντες ὥσπερ ἐν ἀγγείῳ ὕδωρ καὶ μὴ ὑποκινοῦνται μεγάλοι ὄντες οὐ πονηροί, εἰ μή τι ἄλλο σημεῖον ποιεῖ· τὴν 〈γὰρ〉 κοιλότητα ἥ τε ἰκμὰς καὶ τὸ μέγεθος παραμυθοῦνται· κοίλων καὶ μικρῶν ἤθη δόλια, ἐπίβουλα ἐν ἀνθρώποις, ζήλῳ καὶ φθόνῳ τετηκότα, ξηροτέρων δὲ πρὸς τοῖς εἰρημένοις κακοῖς Matr. ἀπιστίαν, προδοσίαν, ἱεροσυλίαν σημαίνουσι καὶ τὰ ὅμοια τούτων. οἱ μὲν οὖν ἀτενεῖς περιττότερα ἤθη ἐμφαίνουσιν, οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ μέντοι ὑπορρέοιεν ἀμαυρότητι, μωρότερα σημαίνουσι.