Ancient Greek
Book 1
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 1.4
Not analysed yet
Ὀφθαλμοὶ μικροὶ παλλόμενοι κακομηχάνους καὶ δολίους, μεγάλοι δὲ ἀνοήτους καὶ ματαίους ἐλέγχουσιν ἄνδρας. ὅσοι δὲ ὥσπερ ἐκπηδῶντες πάλλονται, κακοὺς ἄνδρας καὶ τούτους σημαίνουσιν, εἰ μέντοι μὴ μεγέθους εὖ ἔχωσι καὶ ὑγρὸν καὶ λαμπρὸν βλέπωσιν· οἱ γὰρ τοιοῦτοι ὀφθαλμοὶ νοητὸν ἄνδρα, δραστήρια καὶ ὑψηλὰ ἔργα μεγάλα παρέχοντα, τόλμης καὶ μεγαλονοίας εἰς ἄκρον ἥκοντα δηλοῦσιν, ὀργῆς δὲ ἀκρατεῖς καὶ μέθης, μεγαλαύχους, κουφονόους, οὐ πόρρω ἐπιληψίας, κλέος δὲ ἔχειν οἴονται μεῖζον ἢ κατʼ ἀνθρώπους, ὥσπερ ὁ Μακεδὼν Ἀλέξανδρος. περιοιδοῦντες ὀφθαλμοὶ ἀστάτους, ὠμοὺς τῷ φρονήματι, γαστριμάργους, λάγνους, κιθα- Matr. ριστάς, αὐλητάς, μουσικούς· καὶ τὰ ἐκ τῶν ἐντὸς ση- μείων ἔχοντα τοιούτους εἶναί φασι τοὺς ἄνδρας. ὀφθαλμοὶ περιπελιδνοί, εἰ καὶ τὰ ἐντὸς σημεῖα ἔχουσιν, ἀπίστους καὶ ἀδίκους καὶ παντόλμους τοὺς τοιούτους λέγουσιν ἄνδρας.