Ancient Greek
Book 1
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 1.3
Not analysed yet
Τῶν ἐξεχόντων ὀφθαλμῶν, 〈οἳ〉 οὔκ εἰσιν ἐπαινετοί, τοῖς μὲν οἴδημα περίκειται κύκλῳ, τοῖς δὲ ὡς τάφρος βαθεῖα Matr. καὶ στενὴ περιακολουθεῖ, δολερὸν ἦθος· οἱ δὲ πάντη ἀνεστηκότες ἀσωτείαν κατηγοροῦσι καὶ ματαιότητα καὶ μανίαν. προπήδησις ὀφθαλμῶν αἱματωδῶν οἰνοφλύγων καὶ γαστριμάρ- γων σημεῖον. εἰ δὲ γλαυκοὶ οἱ αὐτοί εἰσιν, ἀδίκους μέν, ἀσυν- έτους δὲ εἶναι νόει· καὶ τὰ βλέφαρα αὐτῶν ἐὰν καρηβαρῶνται, πλείων ἡ ἄνοια. εἰ δὲ οἰδοῦντές εἰσιν ξηροί, πατροφόνοι Matr. τε καὶ μητροφόνοι παιδοφόνοι τε καὶ φαρμακοὶ καὶ τὰ ὅμοια. εἰ δὲ ὑψηλοί εἰσιν οἱ ὀφθαλμοὶ μεγάλοι τε καὶ λαμπροὶ καὶ εὐαγεῖς καὶ ὑγρὸν βλέποντες, δίκαιοι, συνετοί, φιλομαθεῖς, ἔρωτος πλήρεις, οἷος ἦν ὁ φιλόσοφος Σωκράτης. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροί τε πάνυ καὶ πυρροὶ οὐ φρενήρη μόνον, ἀλλὰ παρειμένον καὶ τὴν γλῶτταν καὶ τὸ σῶμα εἶναι τὸν ἄνδρα λέγουσι.