Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.15
Not analysed yet
Όνυχες πλατεῖς λευκοὶ ὑπόξανθοι εὐφυεῖς ἄνδρας δηλοῦσιν, οἱ δὲ στενοὶ καὶ προμήκεις καὶ κυρτοὶ ἀναισθήτους Matr. καὶ θηριώδεις, οἱ δὲ σκολιοὶ [καὶ] σφόδρα ἅρπαγας ἄν- δρας, οἱ δὲ προσφυεῖς τῇ σαρκὶ ἐπὶ πλεῖον ἅρπαγας ἄνδρας καὶ ἀναισθήτους καὶ θηριώδεις. μικροὶ πάνυ ὄνυχες πανουργίας σημεῖον· ὁμοίως δὲ καὶ ὠχροὶ καὶ μέλανες καὶ τραχεῖς. οἱ δὲ στρογγύλοι πάνυ μοιχῶν σημεῖον· ὡς προείρηται μέντοι, Matr. οὐδὲ τῶν ἄλλων τὰ πολλὰ ἀξιόλογα, εἰ [μὴ] μόνον τις καθʼ ἕκαστον ἐφʼ ἑαυτοῦ σκοπήσει, μάλιστα δὲ ὄνυχες.