Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.16
Not analysed yet
Οἱ δακύλους ἔχοντες συμφυεῖς ὑώδεις τουτέστι χοι- ρώδεις καὶ μιαροί· οἱ συνεσταλμένους ἔχοντες πανοῦργοι, κακοήθεις, φιλοχρήματοι. μικροὶ δὲ πάνυ ὄντες καὶ λεπτοὶ ἀνοητοτέρους δηλοῦσιν ἄνδρας. δάκτυλοι παχεῖς κολοβοὶ Matr. τολμητικὸν καὶ ἀπρονόητον καὶ θηριώδη ἄνδρα δηλοῦσι, καὶ οἱ πολὺ δὲ μακροὶ καὶ λεπτοὶ ἀνοητοτέρους, χαυνοτέρους, φλυαροτέρους σημαίνουσιν, οἱ δὲ εὐμεγέθεις καὶ εὐειδεῖς δακτύλους ἔχοντες ἄριστοι οὗτοι ἄνδρες.