Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.19
Not analysed yet
Κνῆνμαι εὐμεγέθεις διηρθρωμέναι στερεαὶ [καὶ] γενναίους ἄνδρας καὶ εὐφυεῖς σημαίνουσιν· ἁπαλαὶ μέν, ἄν- αρθροι δὲ δειλότερον καὶ ἀνανδρότερον εἶναι τὸν ἄνδρα δηλοῦσιν· αἱ λεπταὶ πάνυ 〈δειλὸν καὶ〉 κακοήθη ἄνδρα δη- λοῦσιν· αἱ δὲ πρὸς τοῦτο νευρώδεις ἀκολασίας πολλῆς μέτοχον δηλοῦσιν. ὅσαι δὲ τῶν κνημῶν πλήρεις εἰσὶν εἰς τὸ μέσον παχεῖς οὖσαι, βδελυροὺς καὶ ἀσώτους καὶ ἀναιδεῖς σημαί- Matr. νουσιν· ὡς τὸ πολὺ δὲ κνημῶν καὶ πτερνῶν παχύτης δουλοπρεπῆ ἄνδρα καὶ ἀμαθῆ δηλοῖ. ὁμοίως ταῖς κνήμαις καὶ τοῖς μηροῖς λέγε.