Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.18
Not analysed yet
Σφυρὰ διηκριβωμένα στερεὰ γενναῖον ἄνδρα ἐπαγγέλλουσι, τὰ δὲ μαλακὰ καὶ λεῖα ἀνανδροτέρου, λεπτὰ δὲ πάνυ δολίου καὶ ἀκολάστου σημεῖα. παχέα δὲ σφυρὰ καὶ πτέρναι τραχεῖαι καὶ πόδες σαρκώδεις καὶ κολοβοὶ δάκτυλοι κνῆμαί τε παχεῖαι ἐξηχοῦντας ποιοῦσιν ὧς ἐπὶ τὸ πλεῖστον ἢ δαιμονίζοντας.