Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.21
Not analysed yet
Δῆλον ἀπὸ τῶν προλεγομένων, σημαίνει ἡ μέλαινα χροιὰ 〈δειλίαν〉 καὶ πολυμηχανίαν ἔχειν τὸν ἄνδρα, ἡ δὲ λευκὴ καὶ ὑπόξανθος ἀλκὴν καὶ θυμὸν λέγει, τὸ δὲ πάνυ λευκὸν ἄκρατον εἰς ἀνανδρίαν φέρει, πυρρὸν δὲ τὸ Matr. σῶμα πᾶν δολερίαν καὶ πολυτροπίαν τοῦ ἀνδρὸς ση- μαίνει. χροιὰ δὲ ἀνατετραμμένη ὑπόχλωρος δειλίαν ἄμα καὶ κακομηχανίαν δηλοῖ, εἰ μὴ ὑπὸ νόσου γενόμενον. τὸ δὲ μελί- χλωρον καλούμενον χρῶμα δειλόν, γαστρίμαργον, λάλον, ὀργί- λον, γλωσσαλγῆ, τὸ δὲ φλογοειδὲς χρῶμα ἐμμανές ἐστι· τὸ δὲ Matr. πράως ἐρυθρὸν εὐφυές ἐστιν, εὐμαθές, ὀξυκίνητον.