Ancient Greek
2.22 to 2.23
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.22-23
Not analysed yet
ταῦτα μὲν περὶ παντὸς τοῦ σώματος· κατὰ μέρος 〈δὲ〉 τὰ στέρνα ὑπερυθριῶντα ζέειν ἔνδον τὴν ὀργὴν ἀγγέλλει, ὥσπερ τὰς τῶν αὐχένων φλέβας καὶ τὰς ἐν τοῖς κροτάφοις δεῖ σκοπεῖν. Πρόσωπα τὴν χροιὰν αὐτὰ καθʼ ἑαυτὰ ἐρυθρὰ τραχεῖς ἄνδρας δηλοῖ· εἰ δὲ μόναι αἱ παρειαὶ τοιαῦται εἶεν, οἰνόφλυγας εἶναι τοὺς ἄνδρας σκόπει.