Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.27
Not analysed yet
χεῖρας Matr. δὲ καὶ πόδας καλόν ἐστι κατὰ ταὐτὸν πάντη ἔχειν φορᾶς τε καὶ κινήσεως. ὁ δὲ ἐν τοῖς ὤμοις ὑποκινούμενος καὶ ἅμα πράως κεκυφὼς μεγαλονοίας καὶ ἀνδρείας καλῶς μέτοχος. ὁ δὲ ἐν τοῖς ὤμοις ὑποκινούμενος, ὀρθὸς δὲ ὢν καὶ ὑψαυ- χενῶν ἀπειθὴς καὶ αὐθάδης καὶ ὑβριστής, ὡς γὰρ ταὐτὸ βαίνει καὶ ἵππος. καὶ τὰ λοιπὰ δὲ ὁμοίως ἀπὸ τούτων συμ- βαλεῖν 〈ἂν〉 δύναιο. οἱ δὲ παντὶ τῷ σώματι κινούμενοι ὁμοῦ τε καὶ καθʼ ἕκαστον τῶν μελῶν ἀνδρόγυνοί εἰσι. τοῦτο γὰρ ἄντικρυς γυναικεῖον. ἀνδρόγυνοι δὲ καὶ οἱ κλίνοντες ἑαυτοὺς εἰς τὰ δεξιὰ ἐν τῇ κινήσει. οἱ δὲ εἰς τὰ ἀριστερὰ Matr. ἀποκλίνοντες ἀνοητότεροι ὑπάρχουσιν. ὅσοι δὲ κατα- κλῶσιν ἑαυτοὺς ἐγκλίνοντες, κόλακές εἰσιν.