Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.28
Not analysed yet
Πνεῦμα τὸ ἀεὶ ἀτρεμοῦν, ὡς ἄπνοον ἐοικέναι, φρον- τιστοῦ ἀνδρός. ποταπὴ δὲ ἡ φροντίς, παρὰ τῶν ὀφθαλμῶν τὸ ἀκριβὲς δεῖ ἐκμανθάνειν καὶ οὐκ ἀγνοεῖν. εἰ δὲ ἀτρενμὲς ὂν ἐπὶ πολὺ ἀθρόως λαλοῦντος φαίνοιτο ὥσπερ καὶ παλιρ- Matr. ροίας καὶ πλημμυρίδος, λύπῃ τινὶ συνέχεται. εἰ δὲ κεφαλὴν ἐπικινῶν ἅμα ἐπιστενάζει, μετανοεῖν ἔοικε κακόν τι ποιήσας ἢ ἰδών. ἐὰν δεδορκὼς τοῖς ὀφθαλμοῖς, ταῦτα προβουλεύει κακὰ μᾶλλον ἢ μετανοεῖ. πνεῦμα ἰὸν σχολῇ καὶ ἀκτύπως χωροῦν γνώμην καλῶς ἔχειν δηλοῖ. ὅταν δὲ ὑποβρύχῃ καὶ μέγα ἀναπνέῃ, ἀγριότητα καὶ οἰνοφλυγίαν κατηγορεῖ. οἱ δὲ Matr. ἀσθματίαι, ὁπόσοις καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι . . . . παντολόγοι. ταῖς ῥισὶν ἐμπνέοντες δειλοί εἰσιν καὶ ἀθυμοῦντες· γίνονται δὲ καὶ ἀνδρόγυνοι, ὅταν τὰ ἄλλα σημεῖα τούτοις συμμαρτυρῇ.