Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.32
Not analysed yet
Εὐφυοῦς σημεῖα τοιαῦτα· μεγέθους εὖ ἔχοντα λευκὸν αὐτὸν ὄντα καὶ ὑπέρυθρον, οὐ πάνυ δὲ οὖλον οὐδὲ εὐθύτριχα, τὸ πᾶν σῶμα ὄρθιον, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία ἁπαλή, σκέλη τε καὶ μηροὶ εὐτραφεῖς, σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι ἀπαλοὶ εὐμήκεις διεστῶτες ἀπʼ ἀλλήλων, ἐπηρμένα πρόσωπα Matr. καὶ σαρκώδη οὐδὲ μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς〉ἦθος〉 γεγηθός.