Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.44
Not analysed yet
Γίνονται δὲ καὶ μωροπόνηροι οἱ μικτὰ ἔχοντες τὰ σημεῖα πονηρίας καὶ μωρίας. ἕτεροι δὲ τὰ τῆς μωρίας ση- μεῖα ἔχουσι τὰ αὐτὰ καὶ χαλεπώτεροι καὶ ἀγριώτεροι πε- ποίηνται. ἐκ τούτου οὖν εἰσι μωροπόνηροι, ὥσπερ τῶν θηρίων τοῦ αὐτοῦ γένους ὄντα τὰ μὲν ἥμερα, τὰ δὲ ἄγριά Matr. εἰσιν, . . . . . . . εὐηθικώτερα . . . καὶ ταραχωδέστερα [καὶ] ὡς τὸ πολύ. ὅπερ ἂν ἐπισκέψαιο καὶ μάλιστα ἐπὶ αἰγῶν ἀγρίων καὶ προβάτων, ἔτι δὲ καὶ ἵππων καὶ ὄνων καὶ ὅσα τοιαῦτα· ἐοικότα τοῖς εἴδεσιν ὅμως τὰ μὲν ἥμερα πραότερα καὶ λειότερα,. . . . . . . . Matr. καὶ τὰ ἤθη οὖν αὐτῶν τοῖς εἴδεσιν ἀκολουθεῖ. καὶ ἐπὶ ἀνθρώπων τοίνυν οὕτω χρὴ διαιρεῖν· τὸ γὰρ διπλοῦν τοῦτο τῆς ἰδέας ἐν ἀνθρώποις φαίνεται καθʼ ἕκαστον σημεῖον. δί- καιοι γὰρ ἀπὸ τῶν αὐτῶν σημείων γίνονται. ἀλλʼ οἱ μὲν ἀγριώτερα ἤθη, οἱ δὲ ἡμερώτερα ἔχουσι καὶ σώφρονες ὁμοίως Matr. καὶ ἀνδρεῖοι. τὸ δὲ διάφορον τῶν σημείων τραχύτητι καὶ λειότητι καὶ σκληρίᾳ καὶ μαλακίᾳ καὶ ἀγωνίᾳ καὶ πραό- τητι καὶ τῷ ὑγρῷ τε καὶ ξηρῷ διαιρετέον. οὕτω δὲ καὶ ἐπὶ ἀδικίας καὶ ἀκολασίας ἔχει καὶ ἐν τούτοις γὰρ τοῖς σημείοις τοῖς αὐτοῖς οὖσι τὸ ἥμερόν τε καὶ ἄγριον προσ- πεφυκὸς τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιωτέραν Matr. δείκνυσι, κἀν τοῖς ἀνδρογύνοις οἱ μὲν πολλοὶ ἄγριοι, ἕτεροι δὲ τιθασοί εἰσι. καὶ τούτων οὐκ ὄντα ἕτερα σημεῖα μόνοις οἷς εἶπον διαιρεῖται.