Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 10
Not analysed yet
Ὀφθαλμοὶ παρατετραμμένοι εἰ μὲν εἰς τὰ δεξιὰ χωροῖεν, μωρίαν, εἰ δὲ εἰς τὰ ἀριστερά, μαχλοσύνην κατηγοροῦσιν· εἰ δὲ παραβλῶπες ὄντες εἰς τὸ ἐντὸς ὡς ἐπὶ τὴν ῥῖνα νεύοιεν, χάρισι καὶ ἀφροδίτῃ καὶ ἔρωσίν εἰσι φίλοι. ἐὰν δὲ ξηρότεροι ὦσι καὶ ἀναπεπτα- μένοι μὴ ἐνόντος τρόμου, κακοὶ καὶ πονηροί, οὐ μέντοι κεχαρισμένοι χάρισιν ἢ ἔρωσιν, αἰδὼς δὲ σφᾶς προλέ- λοιπε καὶ δίκη· εἰ δὲ τρόμος ἐνείη, κακοῦργοι καὶ πάντολμοι.