Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 2-2
Not analysed yet
Τὰ δὲ μέγιστα τῆς διακρίσεως τῆς ἐπιπρεπείας καὶ φανερώτατα τὸ τῷ ἄρρενι ἐοικὸς ἢ τῷ θήλει καὶ τῶν ζώων τῶν ἄλλων. ἕκαστα γὰρ ἤθη τῶν θηρίων ἑκάστου καταφανῆ ἐστι τοῖς εἴδεσιν ἤθεσι τοῖς ἐκείνοις †ἕκαστα ἐοικότα, οἷον λέοντος ἦθος θυμικὸν καὶ ἄλκι- μον καὶ τὸ εἶδος τοιοῦτον, παρδάλεως δὲ 〈ἦθος〉 ἁβρὸν καὶ ὀργίλον καὶ λοχητικὸν καὶ ἐπίβουλον, δειλὸν ἅμα καὶ θρασί, καὶ ἡ μορφὴ τούτοις ἔοικεν· ἄρκος δὲ ὠμόφρων, δολία, σκαιά. καὶ τοῖς ἄλλοις δὲ ζώοις κατὰ τὰ αὐτὰ ἐπιφαίνεται τὸ οἰκεῖον ἦθος· συὶ ἀγρίῳ ὀργὴ ἀπρονόητος, βοὶ σεμνότης, ἀκακία, ἵππῳ μεγαλαυχία, φιλοτιμία, ἀλώπεκι τὸ δολερὸν καὶ ἐπίβουλον, πιθήκῳ τὸ βωμολοχικὸν καὶ εἰρωνικόν, προβάτῳ τὸ εὔηθες, τράγῳ τὸ μάργον, ὑὶ τὸ μιαρὸν καὶ γαστρίμαργον, καὶ τῶν ἄλλων ὁμοίως ἑρπετῶν τε καὶ πετεινῶν τὰ εἴδη τοῖς ἤθεσιν ἔοικεν. εἰ τοίνυν ἄνθρωπος μέρος τι ἢ μέλος θηρίῳ ἢ ὄρνιθι ἐοικότα ἔχει, ἀπὸ τούτων χρὴ αὐτὸν φυσιογνωμονεῖσθαι. χαροποὺς καὶ κοίλους με- τρίως ὀφθαλμοὺς εἴπερ ἴδοις, λέοντος μέμνησο· εἰ πάνυ κοῖλοι, κακοήθεις εἰσί, καὶ πίθηκον ἐννόει· εἰ ἐπίπεδοί εἰσι, βοῶν ὀφθαλμοὺς τοιούτους λέγε· εἰ προπαλεῖς εἶεν ὀφθαλμοί, ἀνοήτου καὶ ὑβριστοῦ, ὥσπερ ὔνου. βελτίω δὲ τὰ ἄρρενα τῶν θηλειῶν· ὡς γὰρ ἐπιπλεῖστον τὸ μὲν ἄρρεν γενναῖον, ἄδολον, δίκαιον, θυμοειδές, φιλότιμον, ἄκακον· τὸ δὲ θῆλυ ἀγεννές, πικρόν, δο- λερόν, κουφόνουν, ἄδικον, φιλόνεικον, θρασύδειλον· τὸ θῆλυ ὡς ἐπὶ τὸ πολὺ ἔχει τοῦ ἄρρενος κεφαλὴν μικροτέραν, σῶμα ἔλαττον, τρίχας μαλακωτέρας μελαν- τέρας, πρόσωπον στενώτερον, ὀφθαλμοὺς στίλβοντας καὶ μαρμαρύσσοντας, τράχηλον λεπτότερον, στήθη ἀσθε- νέστερα, ἄπλευρον, ἰσχία καὶ μηροὺς περισαρκότερα, λεπτοκνημότερον, γονύκροτον, χειρῶν καὶ ποδῶν ἄκρα κομψότερα, τὴν πᾶσαν ὄψιν τοῦ σώματος μαλακωτέραν, ἁμαλωτέραν, ἁβροτέραν, σαρκὶ ὑγρᾷ κεχρημένην, ἀναρ- θροτέραν τε καὶ λεπτονευροτέραν ,φωνὴν ἰσχνοτέραν, τὸ βάδισμα μικρότερον καὶ πυκνότερον, τὰ μέλη καμ- πτόμενα μᾶλλον, ἡ κίνησις ὑγροτέρα. τὸ δὲ ἄρρεν τὰ ἐναντία τούτων φέρεται. τοίνυν τῶν θηρίων πάντων ὁ λέων ἐπιπλεῖστον τοῦ ἄρρενος εἴδους ἐστὶ μετέχων, ἡ δὲ πάρδαλις θηλυμορφότατον, τῶν δὲ ὀρνίθων ἀετὸς ἀρρενωπότατον, πέρδιξ δὲ θηλυμορφότατον, τῶν γε μὴν ἑρπετῶν ὁ μὲν δράκων ἀρρενικώτατον, ἡ δὲ ἔχιδνα θηλυμορφότατον.