Ancient Greek
ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 23
Not analysed yet
Οἱ ὀξεῖς ὀφθαλμοὶ ταραχώδεις ἄρπαγες· οἱ δὲ ἰλλώπτοντες καὶ τὰ βλέφαρα ἐπιβάλλοντες ἀν- δρόγυνοι. οἱ δὲ τὸ ἕτερον τῶν βλεφάρων ἐπιβάλ- λοντες καὶ ἀνατρεπόμενοι ἄμα ὑγρότητι πράως τε καὶ μαλθακῶς βλέποντες ἁβρυνταί, καλλωπισταί, μοιχικοί. ἔνιοι δὲ τὰ μέσα τῶν βλεφάρων καθέλκουσι, τὰ δὲ ἑκατέρωθεν ἀνασπῶσι καὶ ἅμα ἰλλώπτουσιν· οὕς καὶ αὐτοὺς μοιχικοὺς λέγων οὐκ ἂν ἁμάρτοις· ὁμοίως καὶ τοὺς τὰ μέσα τῶν βλεφάρων ἀνασπῶντας, τὰ δὲ ἑκα- τέρωθεν συγκλείοντας.