Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 27
Not analysed yet
Παρειαῖς σαρκώδεσι ῥᾳθυμίαν καὶ οἰνοφλυγίαν παρεῖναι λέγε, ταῖς δὲ ἄγαν λεπταῖς κακοήθειαν καὶ πανουργίαν. βάσκανοι δὲ καὶ ὅσοις παχεῖαι οὖσαι αἱ γνάθοι διεστήκασι τῶν ὀφθαλμῶν. στρογγύλαι παρειαὶ δολίων, αἱ δὲ λίαν μακραὶ φλυάρων καὶ ματαιολόγων.