Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 30
Not analysed yet
Κεφαλὴ μικρὰ πάνυ ἀναίσθητον καὶ ἀσύνετον σημαίνει, ἡ δὲ μείζων τῆς συμμέτρου εὐαίσθητον καὶ ἀνδρεῖον καὶ μεγαλοπρεπῆ, ἡ δὲ σύμμετρος εὐαίσθητον μέν, ἄνανδρον δὲ καὶ ἀνελεύθερον πάνυ, ἡ δὲ μεγάλη πάνυ δυσαίσθητον καὶ ἀμαθῆ. λοξοὶ δὲ τὰς κεφαλὰς ἄνδρες ἀναιδεῖς, οἱ δὲ πάνυ ὑψηλοὶ αὐθάδεις· οἱ τὰ ὄπισθεν τῶν κεφαλῶν χθαμαλὰ ἔχοντες ἄψυχοι. ὅσοι δὲ τὰ παρʼ ἑκάτερα τῆς κεφαλῆς κοῖλα ἔχουσι, δολεροὶ καὶ παλίγκοτοι. κεφαλὴ μέση χθαμαλὴ ἠρέμα εὖ μεγέ- θους τε καὶ ὀρθότητος ἔχουσα ἀρίστη πασῶν εἴς τε εὐαισθησίαν καὶ μεγαλόνοιαν κέκριται.