Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 4-2
Not analysed yet
Ὄνυχες πλατέες λευκοὶ ὑπόξανθοι εὐφυοῦς ἀν- δρός, οἱ δὲ στενοὶ καὶ προμήκεις καὶ κυρτοὶ ἀναισθήτου καὶ θηριώδους, οἱ δὲ σκολιοὶ σφόδρα ἀναιδοῦς, ἅρ- παγος, οἱ δὲ προσφυεῖς τῇ σαρκὶ ἐπιπλεῖον ἀναισθήτου καὶ θηριώδους. μικροὶ πάνυ ὄνυχες πανουργίας ση- μεῖον· ὁμοίως δὲ καὶ ὠχροὶ καὶ μέλανες καὶ τραχεῖς. εἰ δὲ στρογγύλοι πάνυ εἶεν, λάγνων τὸ σημεῖον. ὡς προείρηται μέντοι, οὐδὲ τῶν ἄλλων σημείων τὰ πολλὰ ἀξιόλογα, εἰ μόνον τι καθʼ ἕκαστον ἐφʼ ἑαυτοῦ σκο- ποῖτο, ἥκιστα δὲ ὄνυχες.