Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 44
Not analysed yet
Εἶδος οὖν ἀνδρείου ὄρθιον τὸ πᾶν σχῆμα, πλευραὶ καὶ ἄρθρα πάντα καὶ τὰ ἄκρα τοῦ σώματος ἐρρωμένα, ὀστέα μεγάλα, κόμη σκληρά, κοιλία πλατεῖα καὶ κοίλη, μοι καρτεροί, ὠμοπλάται εὐρεῖαι διεστη- κυῖαι, στέρνα ῥωμαλέα καὶ μετάφρενα, ἰσχίον σκληρόν, σκέλη σαρκώδη, περὶ τοῖς σφυροῖς καρτερία, πόδες ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρὸν γοργόν, οὐ μεγάλοι ὀφθαλμοὶ οὐδὲ πάνυ ἀναπεπετασμένοι οὐ μὴν οὐδὲ μύοντες, ὀφρύες οὐ τεταμέναι, μέτωπον οὔτε λεῖον οὔτε τραχύ, φωνὴ ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές. τοιοῦτος μὲν ὁ εὔψυχος καὶ ἰσχυρός.