Ancient Greek
ΣΟΦΙΣΤΟΥ
Adamantius Judaeus, Physiognomonica 46
Not analysed yet
Τὸν δὲ εὐφυῆ τοιοῦτον εἶναι χρή· μεγέθους εὖ ἥκοντα, λευκὸν ὑπέρυθρον ξανθόν, οὐ πάνυ οὖλον οὐδὲ εὐθύτριχα, τὸ πᾶν σῶμα ὄρθιον ὄντα, μέλη με- γάλα, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία ἁπαλή, σκέλη καὶ μηροὶ εὐτραφεῖς, σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι ἀπαλοὶ εὐμήκεις διεστῶτες ἀλλήλων, πρόσωπα οὐ πάνυ σαρ- κώδη οὐδὲ μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς ἦθος γεγηθός.